Перевод: с греческого на все языки

со всех языков на греческий

ἀνὴρ ἐξαίρετον ἕλε μόχθον

  • 1 ἀνήρ

    ᾰνήρ (ἀνήρ, ἀνδρός, ἀνδρί, ἄνδρα; ἄνδρες, ἀνδρῶν, ἄνδρεσσι, ἀνδράσιν): ἆνέρι, ἆνέρα; ἆνέρες, ἆνέρων)
    1 man
    1 man in his prime.
    a

    παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν O. 1.17

    ἀγῶνα νέμειν ἀνδρῶν τ' ἀρετᾶς πέρι καὶ

    διφρηλασίας O. 3.37

    φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν πολιαὶO. 4.26

    ἀκίνδυνοι δ' ἀρεταὶ οὔτε παῤ ἀνδράσιν οὔτ ἐν ναυσὶ κοίλαις τίμιαι O. 6.10

    ἀνδράσιν αἰχματαῖσι πλέκων ποικίλον ὕμνον (τῷ τε Ἁγησίᾳ καὶ τοῖς τούτου προγόνοις. Σ.) O. 6.86

    ἀεθλοφόροις ἀνδράσιν O. 7.8

    τὰν δ' ἔπειτ ἀνδρῶν μάχας ἐκ παγκρατίου O. 8.58

    Ἄργει τ' ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δ ἐν Ἀθάναις O. 9.88

    νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν O. 13.23

    ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον (Hermann: ἀνδράσι codd.) P. 2.65 ἀνδρὸς αἰδοίουP. 4.29

    δέδεξαι τόνδε κῶμον ἀνέρων P. 5.22

    δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι P. 5.86

    τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων P. 9.107

    ἁρμόζων κόρᾳ νυμφίον ἄνδρα (i. e. husband) P. 9.118

    Ἱπποκλέᾳ θέλοντες ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα P. 10.6

    κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες πολυπόνων ἀνδρῶν N. 1.33

    ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον ἐν παλαιτέροισι N. 3.72

    ἐπαοιδαῖς δ' ἀνὴρ νώδυνον καί τις κάματον θῆκεν N. 8.49

    νέαισί θ' ἑορταῖς ἰσχύος τ ἀνδρῶν ἁμίλλαις N. 9.12

    ἄγαγον στρατὸν ἀνδρῶν N. 9.18

    ἐντί τοι φίλιπποί τ' αὐτόθι ἄνδρες N. 9.33

    ποτὶ δυσμενέων ἀνδρῶν στίχας N. 9.38

    ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις ἀνδράσιν I. 1.9

    τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν I. 4.17

    ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ I. 5.50

    θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου I. 6.1

    περικτίονας ἐνίκασε ἄνδρας I. 8.65

    κεἴ μοί τιν' ἄνδρα τῶν θανόντων fr. 4. Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν fr. 29. 2.

    ἀλκαὶ δὲ τεῖχος ἀνδρῶν [ὕψιστον ἵστατ]αι Pae. 2.37

    χρὴ δ' ἄνδρα τοκεῦσιν φέρειν βαθύδοξον αἶσαν Pae. 2.57

    ψοφὸν ἀιὼν Κασταλίας ὀρφανὸν ἀνδρῶν χορεύσιος ἦλθον Pae. 6.9

    Ἀλαλά ᾇ θύεται ἄνδρες ὑπὲρ πόλιος fr. 78. 3. ( ψυχὰς) ἐκ τᾶν βασιλῆες ἀγαυοὶ καὶ μέγιστοι ἄνδρες αὔξοντ fr. 133. 5. πέφνε δὲ τρεῖς καὶ δέκ' ἄνδρας fr. 135. νέων ἀνδρῶν ἀριστεύοισιν αἰχμαί fr. 199. 2. ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν ἄνδρες (fort. non omnia haec sunt Pindari, nott. Wil.) fr. 210. νικώμενοι γὰρ ἄνδρες ἀγρυξίᾳ δέδενται fr. 229.

    ὦ Συράκοσαι, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί P. 2.2

    ἄνδρεσσι καὶ γυναιξὶ P. 5.64

    ἀνδρὸς δ' οὔτε γυναικὸς Παρθ. 2. 3. ἄνδρες θήν τινες ἀκκιζόμενοι νεκρὸν ἵππον στυγέοισι (oxymoron intell. Schr.) fr. 203. 1.
    b specifically, men or heroes τὸ καὶ ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ Hagesias O. 6.18 ἵκωμαί τε πρὸς ἀνδρῶν καὶ γένος Iamidai O. 6.24 εὐθυμάχαν πελώριον ἄνδρα Diagoras O. 7.15 τεθμὸν Ὀλυμπιονίκαν ἄνδρα τε Diagoras O. 7.89 ἀνδρὸς ἀμφὶ παλαίσμασιν Epharmostos O. 9.13 ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ ἔργοισι Opous O. 9.65 ἄνδρα δ' ἐγὼ κεῖνον αἰνῆσαι μενοινῶν Hieron P. 1.42 ἀνὴρ ἐξαίρετον ἕλε μόχθον Ixion P. 2.29 ἄιδρις ἀνήρ (Ixion = ἥρως v. 31) P. 2.37 σάμερον μὲν χρή σε παρ' ἀνδρὶ φίλῳ στᾶμεν Arkesilas P. 4.1 ἀνὴρ ἔκπαγλος Jason P. 4.79 ἀνὴρ συγγενέσιν παρεκοινᾶθ Jason P. 4.132 γόνον ἰδὼν κάλλιστον ἀνδρῶν Jason P. 4.123 δοιοὶ δ' ὑψιχαῖται ἀνέρες Euphamos and Periklymenos P. 4.173

    Ζήταν Κάλαίν τε ἄνδρας πτεροῖσιν νῶτα πεφρίκοντας P. 4.182

    βιατὰς ἀνὴρ Jason P. 4.236 καρτερὸν ἄνδρα Jason P. 4.239 ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί Arkesilas P. 5.107 ὁ θεῖος ἀνὴρ Antilochos P. 6.38

    Τελεσικράτη γεγωνεῖν ὄλβιον ἄνδρα διωξίππου στεφάνωμα Κυράνας P. 9.4

    ἐς ἀνδρῶν μακάρων ὅμιλον Hyperboreans P. 10.46 ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο Perseus P. 12.18 ἔσταν δ' ἐπ αὐλείαις θύραις ἀνδρὸς φιλοξείνου Chromios N. 1.20 καὶ ὅδ' ἀνὴρ καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Timodemos N. 2.3 καί τις ἄνδρας ἀλκίμους δαίμων ἀπ' Οἰνώνας ἔλασεν Peleus and Telamon N. 5.15 φίλον ἐς ἄνδρ' ἄγων κλέος ἐτήτυμον Thearion? N. 7.62 ἄνδρα δ' ἐγὼ μακαρίζω μὲν πατέῤ Ἀρκεσίλαν Aristagoras N. 11.11 τοῦδ' ἀνδρὸς ἐν τιμαῖσιν Herodotos I. 1.34 εὐάρματον ἄνδρα γεραίρων Xenokrates I. 2.17 ἦλθ' ἀνὴρ τὰν πυροφόρον Λιβύαν υἱὸς Ἀλκμήνας Herakles v. Fraenkel on Agam. 719. I. 4.53 λευκωθεὶς κάρα μύρτοῖς ὅδ' ἀνὴρ Melissos I. 4.70 κλυταῖς ἀνδρὸς φίλου ἐφετμαῖς Lampon I. 6.18 λίσσομαι παῖδα θρασύν ἐξ Ἐριβοίας ἀνδρὶ τῷδε τελέσαι” Telamon I. 6.46 φαίης κέ νιν ἄνδρ' ἐν ἀεθληταῖσιν ἔμμεν Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ ἀκόναν Lampon ( ἀνδράσιν ἀεθληταῖσιν coni. Heyne) I. 6.72ὑπὸ σπλάγχ[νοις] φέροισα τόνδ' ἀνέῤ” Paris. Πα. 8A. 19. ] τῶνδ' ἀνδρῶν ἕνεκεν μερίμνας σώφρονος Aioladas and Pagondas. Παρθ. 2.. Πολυμνάστου Κολοφωνίου ἀνδρός fr. 188.
    2 generally = ἄνθρωπος.
    a

    ῥοαὶ δ' ἄλλοτ ἄλλαι ἐς ἄνδρας ἔβαν O. 2.34

    αἵ γε μὲν ἀνδρῶν κυλίνδοντ' ἐλπίδες O. 12.5

    ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται P. 3.105

    τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει P. 8.28

    λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών P. 8.97

    καί τινα σὺν πλαγίῳ ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον φᾶσέ νιν δώσειν μόρῳ ( ἀνδρῶν cum τινα Σ: “ ἀνδρῶν γιγάντων intellego” Schr.: v. Radt, Mnem., 1966, 169f.) N. 1.65 ( ἄρουραι) βίον ἀνδράσιν ἐπηετανὸν ἐκ πεδίων ἔδοσαν (Hermann: ἄνδρεσσιν codd.) N. 6.10

    παροιχομένων γὰρ ἀνέρων ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ' ἐκόμισαν N. 6.29

    τυφλὸν δ' ἔχει ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος N. 7.24

    ἀρετὰ ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσ' ἐν δικαίοις τε πρὸς ὑγρὸν αἰθέρα N. 8.41

    ἀρχαῖαι δ' ἀρεταὶ ἀμφέροντ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος N. 11.38

    χρήματα χρήματ' ἀνήρI. 2.11

    εἴ τις ἀνδρῶν κατέχει φρασὶν αἰανῆ κόρον I. 3.1

    ἀνδρῶν δ' ἀρετὰν σύμφυτον οὐ κατελέγχει (i. e. τῶν προγόνων) I. 3.13 οὔτοι τετύφλωται μακρὸς μόχθος ἀν-

    δρῶν I. 5.57

    δόλιος γὰρ αἰὼν ἐπ' ἀνδράσι κρέμαται I. 8.14

    τυφλα[ὶ γὰ]ρ ἀνδρῶν φρένες, ὅστις Πα. 7B. 18.

    ἔθηκας ἀμάχανον ἰσχύν τ' ἀνδράσι καὶ σοφίας ὁδόν Pae. 9.4

    ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος Pae. 9.20

    ἐπιχθόνιον γένος ἀνδρῶν (v. l. ἀνθρώπων) fr. 213. 3. σφετέραν δ' αἰνεῖ δίκαν ἀνδρῶν ἕκαστος fr. 215. 3.
    b contrasted with the gods

    ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά O. 1.35

    εἰ δὲ δή τιν' ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ ἐτίμασαν O. 1.54

    εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεται λαθέμεν O. 1.64

    προῆκαν υἱὸν ἀθάνατοι μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος O. 1.66

    τίνα θεόν, τίν' ἥρωα, τίνα δ ἄνδρα κελαδήσομεν; O. 2.2

    ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς O. 8.8

    ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον' ἄνδρες ἐγένοντ O. 9.28

    τόνδ' ἀνέρα δαιμονίᾳ γεγάμεν O. 9.110

    cf. O. 10.22, O. 11.10

    τάμἰ ἀνδράσι πλούτου O. 13.7

    πολλὰ δ' ἐν καρδίαις ἀνδρῶν ἔβαλον ὧραι O. 13.16

    οὔτ' ἐν ἀνδράσι γερασφόρον οὔτ ἐν θεῶν νόμοις P. 2.43

    ( Χίρωνα)

    νόον ἔχοντ' ἀνδρῶν φίλον P. 3.5

    θεῷ ἀνέρι εἰδομένῳP. 4.21 μάκαρ μὲν ἀνδρῶν μέτα ἔναιεν, ἥρως δ' ἔπειτα λαοσεβής sc. Battos P. 5.94

    Διός τοι νόος μέγας κυβερνᾷ δαίμον' ἀνδρῶν φίλων P. 5.123

    τὰ δ' οὐκ ἐπ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει P. 8.76

    θήσονταί τέ νιν ἀθάνατον ἀνδράσι χάρμα φίλοις P. 9.64

    θεὸς εἴη ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίνεται σοφοῖς, ὃς P. 10.22

    ἀθάνατων ἀνδρῶν τε σὺν εὐμενίᾳ P. 12.4

    κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς N. 1.9

    ἓν ἀνδρῶν, ἓν θεῶν γένος N. 6.1

    μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι (sc. Διόσκουροι).

    καὶ μὰν θεῶν πιστὸν γένος N. 10.54

    κρίνεται δ' ἀλκὰ διὰ δαίμονας ἀνδρῶν I. 5.11

    ἴσον μὲν θεὸν ἄνδρα τε φίλον (< θεῷ> supp. Heyne: sc. ὑποτρέσαι) fr. 224. ὁπόταν θεὸς ἀνδρὶ χάρμα πέμψῃ fr. 225. ]Ἀπόλλωνι μὲν θ[εῶν] ἀτὰρ ἀνδρῶν Ἐχεκ[ρά]τει ?fr. 333a. 5.
    3 generally, a man, anyone ὁ μὰν

    πλοῦτος ἐτυμώτατον ἀνδρὶ φέγγος O. 2.56

    αὐδάσομαι τεκεῖν μή τιν' πόλιν ἄνδρα μᾶλλον εὐεργέταν O. 2.93

    τοῦτο δ' ἀμάχανον εὑρεῖν, ὅτι φέρτατον ἀνδρὶ τυχεῖν O. 7.26

    κεῖνος ἂν εἴποι τίς τρόπος ἄνδρα προβάσει O. 8.63

    Ἀίδα τοι λάθεται ἄρμενα πράξαις ἀνήρ O. 8.73

    θάξαις δέ κε φύντ' ἀρετᾷ ποτὶ πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ O. 10.21

    ὅταν εἰς Ἀίδα σταθμὸν ἀνὴρ ἵκηται O. 10.93

    ἐκ θεοῦ δ' ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως O. 11.10

    ἀμφοτέροισι δ' ἀνὴρ ὃς ἂν ἐγκύρσῃ καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται P. 1.99

    ἄνδρ' ἐκ θανάτου κομίσαι ἤδη ἁλωκότα P. 3.56

    οὕτω κ' ἀνδρὶ παρμονίμαν θάλλοισαν εὐδαιμονίαν P. 7.20

    οὐδ' ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες N. 3.30

    φθονερὰ δ' ἄλλος ἀνὴρ βλέπων γνώμαν κενεὰν σκότῳ κυλίνδει N. 4.39

    ἵνα κρεῶν νιν ὕπερ μάχας ἔλασεν ἀντιτυχόντ' ἀνὴρ μαχαίρᾳ N. 7.42

    εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι N. 7.87

    κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ N. 9.15

    χρὴ δ' ἀγαθὰν ἐλπίδ ἀνδρὶ μέλειν I. 8.15

    καὶ συγγένεἰ ἀνδρὶ φ[ ]στέρξαι Pae. 4.33

    τί ἔλπεαι σοφίαν ἔμμεν, ἃν ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἴσχει; fr. 61. 2. παντὶ δ' ἐπὶ φθόνος ἀνδρὶ κεῖται ἀρετᾶς Παρθ. 1.. πολύ τοι φέριστον ἀνδρὶ τερπνὸς αἰών fr. 126. 2.
    4 where the accompanying adj. or subs. bears the emphasis.
    a c. subs.

    ἄνδρας ὀλέσαις μναστῆρας O. 1.79

    μάτρωες ἄνδρες O. 6.77

    μάντιες ἄνδρες O. 8.2

    ἁγητὴρ ἀνὴρ P. 1.69

    ὥσπερ κυβερνάτας ἀνὴρ P. 1.91

    ἅτε μάντις ἀνήρ I. 6.51

    cf. P. 9.118
    b c. adj.

    οὐ δίκᾳ συναντόμενος ἀλλὰ μαργῶν ὑπ' ἀνδρῶν O. 2.96

    Αἰτωλὸς ἀνὴρ O. 3.12

    τίνα κεν φύγοι ὕμνον κεῖνος ἀνήρ O. 6.7

    ἀνδρῶν Ἀρκάδων O. 6.34

    ἐπὶ προτέρων ἀνδρῶν O. 7.72

    ναυσιφορήτοις δ' ἀνδράσι P. 1.33

    πολεμίων ἀνδρῶν καμόντων P. 1.80

    ἀποιχομένων ἀνδρῶν δίαιταν P. 1.93

    εὐθύγλωσσος ἀνὴρ προφέρει P. 2.86

    ἐσλοῖσι ἀνδράσιν P. 3.66

    Λακεδαι-

    μονίων ἀνδρῶν P. 4.257

    βροτήσιος ἀνὴρ P. 5.3

    ἀλλά νιν εὑροῖσ' ἀνδράσι θνατοῖς ἔχειν P. 12.22

    ὃς δὲ διδάκτ' ἔχει, ψεφεννὸς ἀνὴρ ἄλλοτ ἄλλα πνέων N. 3.41

    Ἀχαιὸς οὐ μέμψεταί μ' ἀνὴρ N. 7.64

    χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν N. 8.42

    καὶ Κλεωναίων πρὸς ἀνδρῶν N. 10.42

    κούφα δόσις ἀνδρὶ σοφῷ ξυνὸν ὀρθῶσαι καλόν I. 1.45

    τὸ τεὸν δ' ἀνδρῶν Ἀχαιῶν ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι I. 1.58

    εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.34

    καὶ κρέσσον' ἀνδρῶν χειρόνων ἔσφαλε τέχνα καταμάρψαισ I. 4.34

    [ἀνδ]ρὶ σοφῷ (supp. Lobel.) Πα. 1. 3. ἀνδρῶν δικαίων fr. 159. κενεοφρόνων ἑταῖρον ἀνδρῶν fr. 212.
    c c.

    τις, ἄλλος τις. ἀντεβόλησεν τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον O. 13.31

    εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ O. 14.7

    ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον P. 2.13

    κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ περιβάλλει P. 9.87

    5 frag. ]

    φυγον ἄνδρα[ Pae. 12.22

    ]ἔτι δ' ἄνδρ[ Pae. 21.21

    κἀ]νδρῶν (supp. Snell.) Δ. 4. e. 4. ] ἀλαον ἀνδρὸς λ[ fr. 173. 3.

    Lexicon to Pindar > ἀνήρ

  • 2 αἱρέω

    αἱρέω (aor. ἕλεν), ἕλον, εἷλε; ἕλῃ; ἑλών; ἑλεῖν: med. εἵλετ. pres. not found, cf. P. 1.75).
    1 act.
    a take up, take away

    φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν δωρήσεται νεανίᾳ γαμβρῷ O. 7.1

    λέγοντι μὰν Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας ἄντλον ἑλεῖν O. 9.53

    b seize, capture, overcome

    ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας ἵππον πτερόεντ O. 13.84

    Πηλεὺς ὃς καὶ Ἰαολκὸν εἷλε μόνος ἄνευ στρατιᾶς N. 3.34

    οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ ἥροάς τ' ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν δὶς τόσους (sc. Ἀλκυονεύς. overcame.) N. 4.29

    εἶλε δὲ Περγαμίαν I. 6.31

    ἕλον δ' Ἀμύκλας Αἰγεῖδαι I. 7.14

    Εὔ]βοιαν ἕλον καὶ ἔνασσαν Pae. 5.36

    εἷλε Μήδειαν ἐν Κόλχων δόμοις fr. 172. 7. cf. infra (e).
    c win, gain

    νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων νίκαν τριακοστὰν ἑλών O. 8.66

    ἀμφοτέροισι δ' ἀνὴρ ὃς ἂν ἐγκύρσῃ καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται P. 1.100

    εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον P. 2.26

    στεφάνοις, τοὺς ἀριστεύων Φερένικος ἕλεν Κίρρᾳ ποτέ P. 3.74

    εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλών P. 5.21

    ἄκουσεν Δαναόν ποτ' ἐν Ἄργει οἶον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι πρὶν μέσον ἆμαρ ἑλεῖν ὠκύτατον γάμον (post ἑλεῖν distinx. codd., post ἆμαρ Bergk. ἑλεῖν Byz.: ἐλθεῖν codd.) P. 9.113

    ὃς ἂν τὰ μέγιστ' ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει P. 10.24

    τίς ἄκρον ἑλὼν ἡσυχᾷ τε νεμόμενος αἰνὰν ὕβριν ἀπέφυγεν; P. 11.55

    καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν νικῶντ' ἀρετάν N. 5.52

    εὐθεῖα δὴ κέλευθος ἀρετὰν ἑλεῖν fr. 108a. 3. met.,

    κόρῳ δ' ἕλεν ἄταν ὑπέροπλον O. 1.56

    ἀνὴρ ἐξαίρετον ἕλε μόχθον (Byz.: ἔσχε, ἔχε codd.) P. 2.30
    d take, grasp

    παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν P. 9.122

    e in zeugma, overcome, win

    ἕλεν δ' Οἰνομάου βίαν παρθένον τε σύνευνον O. 1.88

    2 med.
    a choose

    ἐπεὶ τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ' οὐρανῷ, εἵλετ αἰῶνα Πολυδεύκης N. 10.59

    — [
    b dub. (ἀν ελέσθαι (v. l. ἀρέσθαι.) O. 9.102 αἱρέομαι (codd. contra met.: ἀρέομαι Dawes.) P. 1.75]

    Lexicon to Pindar > αἱρέω

  • 3 ἐξαίρετος

    ἐξαίρετος, -ον
    a chosen, choice

    ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον O. 9.26

    ἀγῶνα δ' ἐξαίρετον ἀεῖσαι Διός O. 10.24

    ἐξαίρετον γόνον ἰδὼν κάλλιστον ἀνδρῶν P. 4.122

    ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τ' ἐξαιρέτοις Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα I. 1.65

    Τήνερον εὐρυβίαν θεμίτ[ων ] ἐξαίρετον προφάταν Pae. 9.42

    ἐμὲ δ' ἐξαίρετο[ν] κάρυκα σοφῶν ἐπέων Μοῖσ ἀνέστασ Ἑλλάδι Δ. 2. 23.
    b exceptional

    ἀνὴρ ἐξαίρετον ἕλε μόχθον P. 2.30

    ἡσυχίαν καμάτων μεγάλων ποινὰν λαχόντ' ἐξαίρετον ὀλβίοις ἐν δώμασι N. 1.70

    Lexicon to Pindar > ἐξαίρετος

  • 4 μόχθος

    μόχθος (-ος, -ου, -ῳ, -ον; -ων, -οις.)
    1 toil esp. in athletic effort: cf.

    πόνος. μαιομένων μεγάλαν ἀρετὰν θυμῷ λαβεῖν, τῶν δὲ μόχθων ἀμπνοάν O. 8.7

    ἔπορε μόχθῳ βραχύ τι τερπνόν O. 10.93

    ἀνὴρ ἐξαίρετον ἕλε μόχθον (sc. Ἰξίων) P. 2.30 μόχθου καθύπερθε νεᾶνις ἧτορ ἔχοισαP. 9.31

    γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν ἐπαύρεο N. 5.48

    εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς (sc. καλὰ ἔργα) N. 7.16

    ἕλκεα ῥῆξαν τὰ μὲν ἀμφ' Ἀχιλεῖ νεοκτόνῳ, ἄλλων τε μόχθων ἐν πολυφθόροις ἁμέραις N. 8.31

    ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ ἀντὶ μόχθων παντοδαπῶν ξυνὸν ὀρθῶσαι καλόν I. 1.46

    οὔτοι τετύφλωται μακρὸς μόχθος ἀνδρῶν I. 5.57

    μὴ προφαίνειν τίς φέρεται μόχθος ἄμμιν fr. 42. 2.

    μόχθος ἡσυχίαν φέρει καιρῷ καταβαίνων Pae. 2.33

    Πηλέος ἀντιθέου μόχθοις νεότας ἐπέλαμψεν μυρίοις (Bergk: μόχοι, μοχθοῖν codd.) fr. 172. 2. met. μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν (sc. δρῦς) P. 4.268 and so, object of toil, task,

    ἐς Τροίαν, ἥρωσι μόχθον I. 6.28

    ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός, ἀτόλματον Ἑλλάδι μόχθον (φησὶ δὲ τὸν λτ;γτ;έρξου πόλεμον. Σ.) I. 8.11

    Lexicon to Pindar > μόχθος

  • 5 πάσχω

    πάσχω (πάσχων; πάσχειν: fut. πείσομαι: aor. ἔπᾰθεν, (πᾰθον; πᾰθών, -όντες; πᾰθεῖν.)
    a in bad sense, suffer

    Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα O. 2.23

    ἦ πόλλ' ἀμφὶ κρουνοῖς Πάγασον ζεῦξαι ποθέων ἔπαθεν O. 13.64

    οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον P. 1.73

    τάχα δὲ παθὼν ἐοικότ' ἀνὴρ ἐξαίρετον ἕλε μόχθον P. 2.29

    οἷα καὶ πολλοὶ πάθον P. 3.20

    ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν N. 4.32

    καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι

    Διός N. 10.65

    [τί πείσομα[ι] (πείθομαι Π̆ς) Πα. 7B. 42, v.

    πείθω.] ὀλοφύρομαι οὐδέν, ὅ τι πάντων μέτα πείσομαι Pae. 9.21

    I εὖ πάσχω, enjoy success

    τὸ δὲ παθεῖν εὖ πρῶτον ἀέθλων P. 1.99

    χρὴ πρὸς μακάρων τυγχάνοντ' εὖ πασχέμεν P. 3.105

    ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων N. 1.32

    εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ I. 5.13

    II experience, enjoy

    τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ P. 8.6

    τοῖσι τέλειον ἐπ' εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν P. 9.89

    κάρυκες ὡρᾶν ἀνέγνον (sc. Νικόμαχον),

    σπονδοφόροι Κρονίδα Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον I. 2.24

    ὁ δ' ἐθέλων τε καὶ δυνάμενος ἁβρὰ πάσχειν fr. 2. 1.
    c frag., ο]ὐκ αἰσχρὸν πάθοις Πα. 13. b. 6.

    Lexicon to Pindar > πάσχω

  • 6 ἔχω

    ἔχω (ἔχω, -εις, -ει, -ομεν, -οντι; ἔχω, -ῃ; ἔχων, -οντα), -οντες; -οισα, -οίσας; ἔχειν: impf. εἶχε, ἔχεν), ἔχον: fut. [ ἕξω codd.], σχήσει codd., ἕξει; σχήσοι: aor. ἔσχεν), ἔσχετ[ε], ἔσχον; ἔσχεθε, σχέθον; σχέθοι; σχεθών; σχεῖν, σχεθέμεν: med. impf. εἴχετο): aor. pro pass. σχόμεναι.)
    1 have, hold.
    1 generally,
    a have, possess, have in keeping ( Πέλοψ)

    τύμβον ἀμφίπολον ἔχων O. 1.93

    ὅθεν σπέρματος ἔχοντα ῥίζαν πρέπει τὸν Αἰνησιδάμου (Aristarchus: ἔχοντι codd.) O. 2.46 εἰ δέ μιν (= ὄλβον)

    ἔχων τις οἶδεν τὸ μέλλον O. 2.56

    Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον O. 2.77

    καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ' ἀνέβαν φλογὸς οὔ O. 7.48

    ἀπάτερθε δ' ἔχον διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν ἀστέων μοίρας O. 7.74

    τὺ δὲ σάφα νιν ἔχεις ἐλευθέρᾳ φρενὶ πεπαρεῖν P. 2.57

    λέγονται μὰν βροτῶν ὄλβον ὑπέρτατον οἳ σχεῖν P. 3.89

    μακάριος, ὃς ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων μναμήἰ P. 5.46

    Ἡσυχία βουλᾶν τε καὶ πολέμων ἔχοισα κλαῗδας ὑπερτάτας P. 8.4

    Μεγάροις δ' ἔχεις γέρας P. 8.78

    οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν N. 1.31

    ἐν τεμένεσσι δόμον ἔχει τεοῖς N. 7.94

    παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ γέρας τό περ νῦν N. 7.100

    εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους N. 11.13

    πάντ' ἔχεις, εἴ σε τούτων μοῖῤ ἐφίκοιτο καλῶν I. 5.14

    πολλὰ μὲν ἀρτιεπὴς γλῶσσά μοι τοξεύματ' ἔχει περὶ κείνων κελαδέσαι I. 5.47

    μέγαν ἄλλοθι κλᾶρον ἔχω; Pae. 4.48

    ὁ δὲ μηδὲν ἔχων ὑπὸ σιγᾷ μελαίνᾳ κάρα κέκρυπται Παρθ. 1. 9. as epexeg. inf.,

    ἑτοῖμον ἀνεφρόντισεν γάμον Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν σχεθέμεν O. 1.71

    καὶ τὸ λοιπὸν ὁμοῖα, Κρονίδαι μάκαρες, διδοῖτ' ἐπ ἔργοισιν ἀμφί τε βουλαῖς ἔχειν P. 5.120

    ἀλλά νιν εὑροῖσ' ἀνδράσι θνατοῖς ἔχειν, ὠνύμασεν κεφαλᾶν πολλᾶν νόμον P. 12.22

    b hold (in one's grip)

    ἔμπα, καἴπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα μέσσον, ἀντίτειν' ἐπιβουλίᾳ N. 4.36

    σχεθών νιν ἐπὶ δεξιὰ χειρὸς (Elmsley: σχέθων codd.: ἐνδεξιωσάμενος πατέρα interpr. Schr.) P. 6.19
    2
    a rule over

    ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις O. 4.6

    Ἑρμᾶν ὃς ἀγῶνας ἔχει μοιράν τ' ἀέθλων O. 6.79

    ἔχει τέ μιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ O. 7.70

    ἀτὰρ Αἴας Σαλαμῖν' ἔχει πατρῴαν N. 4.48

    b dwell in

    πόλιν· ἔχοντι τὰν χαλκοχάρμαι ξένοι P. 5.82

    ποίας δ' ἀποσπασθεῖσα φύτλας ὀρέων κευθμῶνας ἔχει σκιοέντων;” P. 9.34
    3
    a contain, preserve

    τό σφ' ἔχει κυπαρίσσινον μέλαθρον P. 5.39

    b enfold

    ἐσθὰς δ' ἀμφοτέρα μιν ἔχεν P. 4.79

    c = φέρω, bear of a pregnant woman.

    ἔχεν δὲ σπέρμα μέγιστον ἄλοχος O. 9.61

    a restrain, check

    τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ P. 4.75

    τὸ πεπρωμένον οὐ πῦρ οὐ σιδάρεον σχήσει τεῖχος ( ἔσχε coni. Schr.) fr. 232.
    b hold back, prevent c. inf.

    ἐλπίδες δ' ὀκνηρότεραι γονέων παιδὸς βίαν ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἀέθλων N. 11.23

    c prevent c. part.

    ἦλθ' ἀνὴρ τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι I. 4.54

    a provide

    ἐν Μεγάροισίν τ' οὐχ ἕτερον λιθίνα ψᾶφος ἔχει λόγον O. 7.87

    ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει P. 4.286

    ὁ δὲ καιρὸς ὁμοίως παντὸς ἔχει κορυφάν P. 9.79

    ἴστε μὰν Αἴαντος ἀλκάν, φοίνιον τὰν ὀψίᾳ ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων (v. μομφά; cf. fr. 359) I. 4.36
    b keep c. dupl. acc., pr. adj., simm.

    Μοῖῤ, ἅ τε πατρώιον τῶνδ' ἔχει τὸν εὔφρονα πότμον O. 2.36

    ὃν πατὴρ ἔχει μέγας ἑτοῖμον αὐτῷ πάρεδρον O. 2.76

    οὐδ' Ἀίδας ἀκινήταν ἔχε ῥάβδον O. 9.33

    καλὰ γινώσκοντ' ἐκτὸς ἔχειν πόδα P. 4.289

    cf.

    ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων Σωστράτου υἱός O. 6.8

    ἔχει συγγενὴς ὀφθαλμὸς αἰδοιότατον γέρας τεᾷ τοῦτο μειγνύμενον φρενί ( keeps this as a revered honour v. ὀφθαλμός) P. 5.17 in tmesis, ἀπὸ πάμπαν ἀδίκων ἔχειν ψυχάν (v. ἀπέχω) O. 2.69
    6
    a of non physical things, have, enjoy

    ὁ νικῶν ἔχει μελιτόεσσαν εὐδίαν O. 1.98

    θεὸς τεαῖσι μήδεται ἔχων τοῦτο κᾶδος, Ἱέρων, μερίμναισιν O. 1.107

    δόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας O. 6.82

    Πυθοῖ τ' ἔχει σταδίου τιμὰν O. 13.37

    Χίρωνα νόον ἔχοντ' ἀνδρῶν φίλον P. 3.5

    ἐλπίδ' ἔχω κλέος εὑρέσθαι κεν P. 3.111

    τελέαν δ' ἔχει δόξαν ἀπ ἀρχᾶς P. 8.24

    πέταται ὑποπτέροις ἀνορέαις, ἔχων κρέσσονα πλούτου μέριμναν P. 8.91

    μόχθου καθύπερθε νεᾶνις ἦτορ ἔχοισαP. 9.32

    τῶν δ' ἕκαστος ὀρούει, τυχών κεν ἀρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός P. 10.62

    ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν βρότεον ἔθνος N. 3.73

    ἔχω γονάτων ὁρμὰν ἐλαφράν (byz.: ἕξω codd.) N. 5.20

    ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν N. 6.54

    τυφλὸν δ' ἔχει ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος N. 7.23

    κτεάνωνψυχὰς ἔχοντες κρέσσονας ἄνδρες N. 9.32

    βραχύ μοι στόμα πάντ' ἀναγήσασθ ὅσων Ἀργεῖον ἔχει τέμενος μοῖραν ἐσλῶν N. 10.19

    βραχὺ μέτρον ἔχων ὕμνος I. 1.62

    ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας ὀπώραν I. 2.4

    ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος γέρας ἔχει I. 5.33

    τί ἔλπεαι σοφίαν ἔμμεν, ἃν ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἴσχει; (unus cod. Stobaei: ἰσχύει rell.: ἔχειν Clem. Alex.) fr. 61. 2. and so, ἔχει θαλίας καὶ πόλις holds, celebrates O. 7.93
    b = πάσχω, have, be subject to

    ἔχει δ' ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον O. 1.59

    ἅλιον ἔχοντες, ἀπονέστερον ἐσλοὶ δέκονται βίοτον O. 2.62

    ἅτε γὰρ ἐννάλιον πόνον ἐχοίσας βαθὺ σκευᾶς ἑτέρας, ἀβάπτιστος εἶμι (v. l. ὀχοίσας) P. 2.79

    ἔσχε τοι ταύταν μεγάλαν ἀυάταν καλλιπέπλου λῆμα Κορωνίδος P. 3.24

    χαρίεντα δ' ἕξει πόνον χώρας ἄγαλμα (? i. e. ὕμνος) N. 3.12

    πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων οὐ νέοντ' ἄνευ στεφάνων N. 4.76

    ταὶ μεγάλαι γὰρ ἀλκαὶ σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι N. 7.13

    κόρον δ' ἔχει καὶ μέλι καὶ τὰ τέρπν ἄνθἐ Ἀφροδίσια N. 7.52

    ἔνθ' ἄριστοι ἔσχον πολέμοιο νεῖκος I. 7.36

    ἐπαγορίαν ἔχει ( ἐπίμωμός ἐστι interpr. Hesych.) ?fr. 359.
    7 possess, sway

    τῶν νιν γλυκὺς ἵμερος ἔσχεν O. 3.33

    ἔρως γὰρ ἔχεν (sc. αὐτούς: ἔσχεν cod., corr. Er. Schmid) I. 8.29 med. aor. pro pass., δεί]ματι σχόμεναι φύγον[ (sc. ἀμφίπολοι) Pae. 20.17
    8 have in mind, know

    εἴ τιν' ἔχει λόγον ἀνθρώπων πέρι O. 8.4

    εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν P. 3.103

    ὃς δὲ διδάκτ' ἔχει, ψεφεννὸς ἀνὴρ ἄλλοτ ἄλλα πνέων οὔ ποτ ἀτρεκεῖ κατέβα ποδί N. 3.41

    λεγόμενον δὲ τοῦτο προτέρων ἔπος ἔχω N. 3.53

    9 acquire, get oneself (aor. only, but v. P. 2.30)

    Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν σχεθέμεν O. 1.71

    ἱερὸν ἔσχον οἴκημα ποταμοῦ O. 2.9

    Ἄργει τ' ἔσχεθε κῦδος ἀνδρῶν O. 9.88

    ἔσχον δ' Ἀμύκλας ὄλβιοι Πινδόθεν ὀρνύμενοι P. 1.65

    [ ἐξαίρετον ἔχε μόχθον (Th. Mag.: ἔσχε codd.: ἕλε Mosch) P. 2.30] ( Ἀρκεσίλαν)

    ἔχοντα Πυθωνόθεν τὸ καλλίνικον λυτήριον δαπανᾶν μέλος χαρίεν P. 5.105

    σὺν δ' ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν, ἅντινα σχήσοι τις ἡρώων ( σχήσει v. l.) P. 9.116

    Ὀλυμπίᾳ τ' ἀγώνων πολυφάτων ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις P. 11.48

    Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων N. 10.24

    ὕπατον δ' ἔσχεν Πίσα Ἡρακλέος τεθμόν N. 10.32

    μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ, ὅσον ὀργὰν λτ;γτ;εινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν ἔσχεν I. 2.37

    ἐρικυδέα τ' ἔσχον Δᾶλον Pae. 5.39

    Μοῖσαι, τοῦτον ἔσχετ[ε τεθ]μόν Pae. 6.57

    10 be able c. inf.

    ἔχω καλά τε φράσαι O. 13.11

    τὺ δὲ σάφα νιν ἔχεις ἐλευθέρᾳ φρενὶ πεπαρεῖν P. 2.57

    οὐκ ἔχω εἰπεῖν τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον ὤρεξε N. 7.56

    , cf. I. 5.47
    11 intrans.,
    b without adv., keep, stay

    ἥμερον ὄφρα κατ' οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τ ἀλαλατὸς ἔχῃ P. 1.72

    v. E. Fraenkel, Horace, 279, 3.
    12 med., c. gen.,
    b met., lay hold of, set oneself to εἴχετ' ἔργου (sc. Ἰάσων) P. 4.233
    13 frag. εἶχε Πα. 7C. a. 3. ]

    σχήσει πολι[ Pae. 21.17

    τί κέ τις ἐσχ[ Δ. 4b. 11. ] ν ἰων ἕχον[ ?fr. 345. 12.

    Lexicon to Pindar > ἔχω

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»